Translate

Εμφάνιση αναρτήσεων με ετικέτα Το Ευαγγέλιο της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Το Ευαγγέλιο της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

Το Ευαγγέλιο της Κυριακής κατά Λουκάν ( ιζ´ 12-19)

Το Ευαγγέλιο της Κυριακής κατά Λουκάν ( ιζ´ 12-19)


Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ ᾿Ιησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· ᾿Ιησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· Διαβάστε περισσότερα »

Το Ευαγγέλιο της Κυριακής κατα Μάρκον (η´ 34-θ´ 1)

Το Ευαγγέλιο της Κυριακής κατα Μάρκον (η´ 34-θ´ 1).

Εἶπεν ὁ Κύριος· ῞Οστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ῝Ος γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ῍Η τί δώσῃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Διαβάστε περισσότερα »

Το Ευαγγέλιο της Κυριακής κατά ᾿Ιωάννην (α´ 44-52).

Το Ευαγγέλιο της Κυριακής κατά ᾿Ιωάννην (α´ 44-52).

Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Διαβάστε περισσότερα »

Το Ευαγγέλιο της Κυριακής κατά Ματθαίον (στ´ 14-21).

Το Ευαγγέλιο της Κυριακής κατά Ματθαίον (στ´ 14-21).

 
 
Εἶπεν ὁ Κύριος· ἐάν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶὑμῖν ὁ πατὴρ ὑ-μῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱὑποκριταὶ σκυθρωποί· ἀ-φανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷἐν τῷ κρυπτῷ, καὶὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷἀποδώσει σοι ἐν τῷ φανερῷ. Διαβάσ... περισσότερα »

1η επιλογή επτά ημερών

1η επιλογή τριάντα ημερών

1η επιλογή έτους