Το Ευαγγέλιο της Κυριακής κατά Ματθαίον (δ´ 12-17).
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh77QIohPGufNjv5xcpI7Ke9Vei8MdM6PusUPLTVi2bS8QZSJrEgTtA-J2k7MqaX9FJzhCfdsITSXHDqbHyFGaBuV4Zbokca8A5LdDwOZLqyBydqZ7u1j2H0k7iuLis2AnsDvYu8fz7jEY/s1600/%CE%95%CF%85%CE%B1%CE%B3%CE%B3%CE%AD%CE%BB%CE%B9%CE%BF.gif)
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾿Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς». ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Διαβάστε περισσότερα »