Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα
ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ
δίκτυα. ᾿Εμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ
τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς
ὄχλους.
Διαβάστε περισσότερα »